Κατὰ Λουκᾶν, στ΄31-36.
31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ
ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
32 καὶ εἰ ἀγαπᾶτε τοὺς
ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς
ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.
33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας
ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
34 καὶ
ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ
ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα.
35 πλὴν ἀγαπᾶτε
τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ
ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός
ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς
καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.