Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Ἰσχὺς καὶ ὀχύρωμα ἀνθρώπων,
χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης·
νέκρωσις ᾅδου, νυμφὼν ὁλόφωτε·
χαῖρε τῶν Ἁγγέλων χαρμονή·
χαῖρε ἡ βοήθεια
τῶν πιστῶς δεομένων σου.
Χαρᾶς αἱτία,
χαρίτωσον ἡμῶν τὸν λογισμὸν
τοῦ κραυγάζειν σοι:
Χαῖρε ἡ ἄφλεκτος βάτος,
νεφέλη ὁλόφωτε,
ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.
Πηγή: Θεομητορικοὶ ὕμνοι.