«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 12 Δεκεμβρίου 2019

Πρὸς τιμὴν τοῦ Ὰγίου Σπυρίδωνος τοῦ θαυματουργοῦ





Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος,
 καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· 
διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, 
καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· 
καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, 
Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι ἱερώτατε. 
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, 
δόξα τῷ σὲ στεφανώσαντι, 
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, 
πᾶσιν ἰάματα. 

Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῷ πόθῳ Χριστοῦ, τρωθεὶς ἱερώτατε, 
τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, 
πρακτικῇ θεωρίᾳ τὴν πρᾶξιν εὗρες θεόληπτε, 
θυσιαστήριον θεῖον γενόμενος, 
αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν. 

Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς θησαυρὸν τῆς συμπαθείας ἀδαπάνητον
Καὶ τῶν θαυμάτων κρήνην ὄντως πολυχεύμονα
Μακαρίζομεν Σπυρίδων σε Ἱεράρχα.
Ἀλλ’ ὡς ῥύστης τῶν καλούντων σε ὀξύτατος
Ἐκ παντοίων ἀπολύτρωσαι κακώσεων
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ πανεύφημε.
 

Μεγαλυνάριον.
Χαίροις τῶν θαυμάτων ὁ ποταμός· 
χαίροις ἀσθενούντων, καὶ πασχόντων ὁ ἰατρός· 
χαίροις τῶν λογίων, τοῦ Πνεύματος ὁ σπόρος, 
Σπυρίδων Τριμυθοῦντος ποιμὴν τρισόλβιε.

Πηγή: synaxarion.gr