«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 2 Μαΐου 2018

Μεσοπεντηκοστή


Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
 
Μεσούσης τῆς ἑορτῆς 

διψῶσάν μου τήν ψυχήν 

εὐσεβείας πότισον νάματα·  

ὅτι πᾶσι, Σωτήρ ἐβόησας· 
  
Ὁ διψῶν ἐρχέσθω πρός με καί πινέτω.

 Ἡ πηγή τῆς ζωῆς, Χριστέ ὁ Θεός, δόξα σοι.



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
 
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, 

ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, 

πρὸς τοὺς παρόντας ἔλεγες Χριστὲ ὁ Θεός· 

Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας. 

Ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· 

Τοὺς οἰκτιρμους σου δώρησαι ἡμῖν· 

σὺ γὰρ ὑπάρχεις, πηγὴ τῆς ζωῆς ἡμῶν.


Πηγή: synaxarion.gr