«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 28 Ιουλίου 2018

Παράκληση στήν Ὁσία Εἰρήνη Χρυσοβαλάντου

 
 
 
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΜΗΤΕΡΑ ΗΜΩΝ
ΕΙΡΗΝΗΝ ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ
Ποιηθείς ὑπό Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.


Εὐλογήσαντος τοῦ ἱερέως τό Κύριε εἰσάκουσον.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Εἴτα τό Θεός Κύριος τετράκις καί τό ἑξῆς:
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ φερωνύμῳ διαλάμπουσα κλήσει, τά τῆς εἰρήνης ἀγαθά πλουτοδότως, Εἰρήνη παμμακάριστε δίδου ἠμιν ἀεί· κόπασον τόν τάραχον, τῶν δεινῶν νοσημάτων, σκέδασον τά σκάνδαλα, τοῦ δολίου Βελίαρ, καί εἰρηναίαν δώρησαι ζωήν, τοῖς προσιούσιν, Ὁσία τῇ σκέπῃ σου.
Δόξα Πατρί.
Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Βασιλείας γηΐνου πάλαι οὐκ ἔτυχες, ἀλλ' ἀφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος· ᾧ καθιέρωσας σαὐτήν, ὅλη καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἠμῶν δὲ προσφυγὴ καὶ βοήθεια.
Και νῦν. Θεοτόκιον
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμὰς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοῦς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός Ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα Ἔλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἔστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα,  ὅπως ἄν δικαιωθεῖς ἐν τοῖς λόγοις Σου, καί νικήσης  ἐν τῷ κρίνεσθαι Σέ.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί  τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπῳ καί καί καθαρισθήσομαι, πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι.  Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀποστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης με ἀπό τοῦ προσώπου Σου, καί τό Πνεῦμα Σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καί πνεύματι ἠγεμονικῶ στηριξόν μέ. Διδάξω ἀνόμους τάς ὁδούς Σου, καί ἀσεβεῖς ἐπί Σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλώσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ την αἰνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινομένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον,  Κύριε , ἐν τή εὐδοκίᾳ Σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.  
Ἡ ἀκροστιχίς.
«Εἰρήνης ἀξίωσον ἠμᾶς Εἰρήνη. Γερασίμου».
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας

Εἰρήνης τόν ἄρχοντα ἐκτενῶς, Εἰρήνη δυσώπει, εἰρηναίαν καί εὐσταθῆ, ἠμᾶς διανύειν πολιτείαν, καί τοῦ ἐχθροῦ ἀποφεύγειν τά σκάνδαλα.
Ἰλύος ρυσθεῖσα τῆς κοσμικῆς, σκανδάλων τοῦ βίου, καί ἁπάσης ἐπιβουλῆς, καί γλώσσης δολίας καί δυσφήμου, τούς προσιόντάς σοί Μῆτερ ἁπάλλαξον.
Δόξα Πατρί.

Ρευμάτων ἀΰλων τόν γλυκασμόν, ψυχαῖς φαρμαχθείσαις τῇ κακία τοῦ δυσμενοῦς, ἐπίσταξον Μῆτερ οὐρανόθεν, καί τόν ἰόν τῶν παθῶν ἀποξήρανον.
Καί νῦν. Θεοτοκίον

Ἡ ἄρρητος φύσις καί παντουργός, ὤ θαύματος ξένου! Συνεσχέθη ἐν σή γαστρι, σαρκί ἐνωθεῖσα ἀσυγχήτως, εἰς σωτηρίαν ἠμῶν Παναμώμητε.
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Νυμφευθεῖσα τῷ Λόγῳ, ἀσκητικῶς πάνσεμνε, τά τῆς ἀλογίας μου νέφη, μακράν ἀπέλασον, ἐξ ὧν τῆς μήνιδος, ἡ δυσωδία πηγάζει, τήν τοῦ θείου Πνεύματος, σχέσιν μακρύνουσα.

Ἡ ἐκ ρίζης εὐώδους, θεοπρεπῶς λάμψασα, τάς τῆς ἀνομίας ἀκάνθας, πρόρριζον ἔκτιλλον, ἐκ τῆς καρδίας μου, τῶν πρεσβειῶν σου σκαπάνη, καί φόβον τόν ἔνθεον, ταύτῃ ἐμφύτευσον.
Δόξα Πατρί.

Σαρκικῶν ἀλγηδόνων, καί ψυχικῆς θλίψεως, πονηρευομένων ἀνθρώπων, πάσης φαυλότητος, καί συστροφῆς χαλεπῶν, ἀπαρατρώτους ἀπαύστως, Εἰρήνη διάσωζε, τούς εὐφημούντας σε.
Καί νῦν. Θεοτοκίον.

Ἀπορρήτως ἐν μήτρα τόν τοῦ Πατρός σύνθρονον. Λόγον σαρκωθέντα ἀσπόρως, Ἁγνή χωρήσασαν, παθῶν στενώσεως, πρός πλατυσμόν ἀπαθείας, τόν νοῦν μου κυβέρνησον Θεοχαρίτωσε.

Διασωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπὴν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ἦχος β΄. Πρεσβεία θερμή.
Αἴτησις καί τό Κάθισμα.

Ἠσή ἀρωγή, ὡς μάχαιρα ἀμφίστομος, Εἰρήνη σεμνή, γενέσθω τοῖς ἰκέταις σου, τάς συμπλοκᾶς συγκόπτουσα, δυσμενείας ἁπάσης καί μήνιδος· σύ γάρ εἰρήνην νέμουσα ἠμίν, τῷ σάλω ἐπιτιμᾷς τῶν θλίψεων.
Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ξενοτρόπως ἀσκήσασα, ξένωσον τόν νοῦν μου ἐκ πάσης μήνιδος, πονηρίας καί συγχήσεως, καί μνησικακίας Εἰρηνώνυμε.

Ἰαμάτων ἐπόμβρισον, Μῆτερ τάς σταγόνας καί καταδρόσισον, τούς φλογμῶ νόσων καί θλίψεων, κατατηκομένους ἐχθροῦ τοῖς ἀνθραξι.
Δόξα Πατρί.

Ὡραιόθης ποθήσασα, τόν ὡραῖον Λόγον ὄν καθικέτευε, ὡραιῶσαι τήν καρδίαν μου, καί τά τῆς σαρκός παῦσαι σκιρτήματα.
Καί νῦν. Θεοτοκίον.

Σωτηρίας λιμένα σέ, Κόρη ἐπιστάμενος σοί ἀνέθηκα τάς ἀγκύρας τῆς ἐλπίδος μου• μή οὔν ὑπερίδης τόν προσφυγόντα σοί.
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὠδή ε΄. Φώτισον ἡμᾶς

Ὅλη καθαρά, ὡς παρθένος πανακήρατος, τῷ νυμφίω ἠγγυήθης τῶν ψυχῶν, ᾧ ἐγγύας μετανοίας μοι προσάγαγε.

Νέκρωσον ζωῆς, ἐξανθήσασα θανάτωσο, τήν ἔτι ζῶσαν ἁμαρτίαν, ἐν ἐμοί, καί πρός κτῆσιν ἀπαθείας μέ διέγειρον.
Δόξα Πατρί.

Ἤστραψας ἐν γῆ ὡς λαμπάς τοῦ Θείου Πνεύματος, διαλύουσα τοῦ μίσους τήν ἀχλύν, καί ἀγάπης ἀνατέλλουσα τήν ἔλλαμψιν.
Καί νῦν. Θεοτοκίον.
Μήτηρ τῆς ζωῆς, ἀνεδείχθης Παναμώμητε· διο νέκρωσον παθῶν μου τάς ὁρμᾶς καί τόν νοῦν μου πρός ἐγρήγορσιν ἀνάστησον.
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὠδή στ΄. Τήν δέησιν.

Ἀνάτειλον, ὁμονοίας ἡμέραν, καί εἰρήνης ἀληθοῦς τάς ἀκτῖνας, τοῖς τοῦ θυμοῦ καί ὀργῆς ἐν τῷ σκότει, κατακειμένοις ἀπάτῃ τοῦ ὄφεως· σοί γάρ ἐδόθη πρός Θεοῦ, εἰρηνεύειν ἠμῶν τήν διάστασιν.

Στομώσασα, τῷ τοῦ Λόγου ἔρωτι, τῆς ψυχῆς σου τάς κινήσεις Ὁσία, ξίφος ἐγένου ἐχθρούς κατακόπτον, καί διχονοίας λικμίζον τό ἄχυρον· διό τῆς ἔχθρας ἐν ἐμοί τήν σφριγῶσαν κακίαν κατάβαλε.
Δόξα Πατρί.

Ἐπίβλεψον, ἱλαρῶ σου ὄμματι, ἐφ’ ἡμᾶς τούς σούς ἱκέτας Ὁσία, καί τάς ὀδύνας ἡμῶν καί τάς θλίψεις ἐπικουφίζουσα τάχος ἀφάνισον, ἐν ὁμονοίᾳ τήν ζωήν, συντηροῦσα ἡμῶν ἀστασίαστον.
Καί νῦν. Θεοτοκίον.
Ἰσχύος, ἐνυποστάτου σκήνωμα, ἐκ Πατρός προερχομένης ἀναρχως, ἀναδειχθεῖσα Θεονυμφε Κόρη, τήν ἀσθενοῦσαν καρδίαν μου νεύρωσον, πρός ἐργασίαν, ἀρετῶν, ἴνα πίστει καί πόθω δοξάζω σέ.
Διασωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.

Παρρησίαν κεκτημένη πρός τό νυμφίον σου, ὡς παρθένος Ὁσία φρόνιμη καί ἔνθεος, μή ἐλλείπης ὑπέρ ἠμῶν πρευσβεύειν ἐκτενῶς, ἴνα ρυσθῶμεν πάσης ὀργῆς, καί πολυτρόπων πειρασμῶν, οἱ πιστῶς ἐκβοωντές σοί· Προφθασον ὤ Εἰρήνη καί δώρησαι τοῖς σοῖς δούλοις, συμβίωσην εἰρηνικήν, καί ἀγάπην ἀστασίαστον.
Καί εὐθύς τό Προκείμενον.
Ήχος δ΄
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατά Μάρκον.
(Κεφ. η΄ , 34-38).
Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ, καί ἀκολουθείτω μοί. Ος γάρ ἄν θέλη τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὅς δ ἄν ἀπολέση τήν ἑαυτοῦ ψυχήν ἕνεκεν ἐμοῦ καί τοῦ εὐαγγελίου οὗτος σώσει αὐτήν. τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήση τόν κόσμον ὅλον, καί ζημιωθῆ τήν ψυχήν αὐτοῦ; ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὅς γάρ ἐάν ἐπαισχυνθῆ μέ καί τούς ἐμοῦς λόγους ἐν τή γενεά ταύτη τή μοιχαλίδι καί ἁμαρτωλῶ, καί ὁ υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν ὅταν ἔλθη ἐν τή δόξη τοῦ πατρός αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς· ἀμήν λέγω ὑμίν ὅτι εἰσί τινές τῶν ὧδε ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυίαν ἐν δυνάμει.
Δόξα Πατρί. Ταῖς τῆς σῆς Ὁσίας…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
   Στίχ. Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἐλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου.

Ὅρμημα ἀκάθεκτον, καί τάς κρυφίους ἐνέδρας, τοῦ δολίου, δράκοντος, καθ’ ἠμῶν ματαίωσον Εἰρηνώνυμε, καί δεινῶν θλίψεων, τάς ἐπαναστάσεις, καταπράϋνον καί κόπασον, ἅπαν σκευώρημα, καί διχοστασίας τά σκάνδαλαν, εἰρήνην ἀστασίαστον, ταῖς εἰρηνοδώροις πρεσβείαις σου, πάσι χορηγοῦσα, Εἰρήνη τῶν Ὁσίων καλλονή, ὡς ἄν ἡσύχως βιώσαντες, δόξης ἐπιτύχωμεν.
Σῶσον ὁ Θεός τόν λαόν σου…
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὠδή ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας

Ράβδω τῶν πρεσβειῶν σου, τούς κυκλώσαντας κύνας τήν τάλαινάν μου ψυχήν, ἐκδίωξον Ὁσία, καί τή ἀντιτυπία, τῆς θερμῆς προστασίας σου, ἰκάνωσόν μου τόν νοῦν, κατά τοῦ ἀντιπάλου.

Ἠλλοιώθην τό πνεῦμα, ἐνεκρώθην τό σῶμα ταῖς πρός τό χεῖρον ροπαῖς· ἀλλ’ ἄνωθεν μοί προσχες, καί ἴδέ μου τήν θλίψην, καί τῶν πόνων τά δάκρυα, καί ὀρεξόν μοί σεμνή, σωτηριώδη χείρα.
Δόξα Πατρί.

Νοσημάτων παντοίων, παθημάτων ποικίλων καί πειρασμῶν χαλεπῶν, δαιμόνων ἐπηρείας, ἀνθρώπων πονηρίας, κακοτρόπων ἁπάλλαξον, τούς προσιόντας θερμῶς, Εἰρήνη τῇ σῇ σκέπη.
Καί νῦν. Θεοτόκιον.

Ἡ Πανάμωμος Κόρη, ἡ τεκοῦσα τόν Κτίστην καί Ποιητήν τοῦ παντός, ἐκ μώμου ἐγκλημάτων, καί σπίλων ἁμαρτάδων, τήν ψυχήν μου καθάρισον, ἴνα ὑμνῶ σέ ἀεί, τήν Κεχαριτωμένην.
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὠδή ἡ΄ . Τόν Βασιλέα.

Γαλήνην Μῆτερ, τοῖς ἐν θαλάσσῃ τοῦ βίου, κινδυνεύουσιν ἑξαίτει οὐρανόθεν, τούτους κυβερνώσα, πρός ὅρμον σωτηρίας.

Ἐκ τῶν σκανδάλων, καί συστροφῶν ὀλεθρίων, περιφρούρησον ἠμῶν τήν πολιτείαν, ταῖς τῆς ὁμονοίας βάρεσι μακριά.
Δόξα Πατρί.

Ρερυπωμένον, τή κοινωνία τοῦ μίσους, ἀποκάθαρον τόν νοῦν μου πανολβία, τῆς φιλαδελφίας, καθαρτική ἀρδεία.
Καί νῦν. Θεοτόκιον.

Ἁγιωσύνης, περιφανέστατε οἶκε, καθαγίασον ἠμῶν τάς διανοίας, τή σῆ παραμηθεία, Παρθένε Παναγία.
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὠδή θ΄ . Κυρίως Θεοτόκον.

Συνδέσμω τῆς ἀγάπης, συνδεσον Ὁσία, τούς ἐκλυθέντας ἀπάτη τῆς μήνιδος, τήν ἀπ’ ἀλλήλων διάστασιν διατέμνουσα.

Ἰάσεων χειμάρρουν, βλύζουσα Ὁσία, ψυχῶν ὁμοῦ καί σωμάτων τά τραύματα, ἀποκαθαίρεις δυνάμει τοῦ Θείου Πνεύματος.
Δόξα Πατρί.

Μανίας τοῦ δολίου, ἀτρώτους διατήρει, τούς προσιόντας Εἰρήνη τή σκέπη σου, πρός τήν ὁδόν τῆς εἰρήνης ἠμάςευθυνουσα.
Καί νῦν. Θεοτόκιον.

Ὑπάρχουσα λυχνία, φωτοειδεστάτη τοῦ Πατρικοῦ ἀπαυγάσματος Δέσποινα, τό νοερόν τῆς ψυχῆς μου ὄμμα καταύγασον.
Τό Ἄξιον ἐστιν καί τά Μεγαλυνάρια.

Τῶν παρθένων στίφη καί Μοναστῶν ἄσμασιν ἐνθέοις, εὐφημήσωμεν εὐλαβῶς, τῆς Χρυσοβαλάντου, Μονῆς, τήν Ἡγουμένην, Εἰρήνην τῶν θαυμάτων πηγήν ἀκένωτον.

Τῆς Καππαδοκίας ἄνθος τερπνόν, καί Χρυσοβαλάντου, πολιοῦχος καί ὁδηγός τή σή πολιτεία, ἐδείχθης τρισολβία, Εἰρήνη Ἐκκλησίας, λαμπάς θεοφωτός.

Τό τοῦ σώματός σου κάλλος σεμνή, τῆς ψυχῆς ἐδήλου, τό ὡραῖον καί εὐανθοῦν• ὅθεν τῶν ἠθῶν σου, ὁ Κύριος ἠράσθη, καί ἄφθοροον σέ νύμφην αὐτῶ ἠγάγετο.

Λαμποῦσαν ἁγνείας σέ τῷ φωτί, κατιδών Ὁσία, ὡς λυχνίαν φωτοειδή, τήν σήν προθεσπίζει, οἰκείωσιν τῷ Λόγω, Προφητικῶς ὁ Μέγας Ἰωαννίκιος.

Χαίροις τῶν παρθένων ἡ καλλονή, καί Χρυσοβαλάντου, νυμφοστόλος θεοειδῆς, τῶν Μοναζουσῶν τέ, κανών ἐν ἐγκρατεία, Εἰρήνη μακαρία, Ἀγγέλων σύσκηνε.

Χαίροις τῆς εἰρήνης μυσταγωγός, καί μνησικακίας, ἀναιρέτις ἡ κραταιά• σύ γάρ τῶν σκανδάλων, ἐκτρέπεις τήν μανίαν, ἠμᾶς ἐν ὁμονοία στερρῶς συνέχουσα.

Τῆς Καππαδοκίας τήν καλλονήν, καί Χρυσοβαλάντου, ὁδηγίαν τήν ἀσφαλῆ, τήν στηλογραφίαν, εἰρήνης οὐρανίου, Εἰρήνην τήν Ὁσίαν, ὕμνοις τιμήσωμεν.

Ρύου πολυτρόπων ἐκ συμφορῶν, καί ἀρρωστημάτων, καί κινδύνων ψυχοβλαβῶν, τούς ἐν εὐλαβεία, θερμῶς ἑξαιτουμένους, Εἰρήνη θεοφόρε, τήν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τό τρισάγιον καί τά ἀκόλουθα τροπάρια.
Ἦχος πλ. β΄ .

Ἐλέησον ἠμᾶς Κύριε, ἐλέησον ἠμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοί τήν ἱκεσίαν, ὡς Δεσπότη οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἠμᾶς.
Δόξα Πατρί.

Κύριε ἐλέησον ἠμᾶς· ἐπί σοῖ γάρ πεποίθαμεν· μή ὀργισθῆς ἠμίν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἠμῶν· ἀλλ’ ἐπιβλεψον καί νῦν ὡς εὔσπλαχνος, καί λύτρωσε ἠμᾶς, ἐν τῶν ἀνομιῶν ἠμῶν· σύ γάρ εἰ Θεός ἠμῶν, καί ἠμεῖς λαός σου· πάντες ἔργα τῶν χειρῶν σου, καί τό ὀνομά σου ἐπικεκλήμεθα.
Καί νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τήν πύλην, ἀνοιξον ἠμίν, Εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ μή ἀστοχήσωμεν. Ρυσθείημεν διά σου τῶν περιστάσεων· σύ γάρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἴτα ἐκτενής παρά τοῦ Ἱερέως καί ἀπόλυσις, μεθ’ ἤν τά ἑξῆς.
Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστασία εὐμενής, καί καταφυγή ἐν ἀναγκαις, Ὁσία πέλουσα, πάντας ἀπολύτρωσαι, πάσης κακώσεως, πειρασμῶν τέ καί θλίψεων, καί σθενημάτων, πρός εἰρήνην ἔνθεον, ἠμᾶς ἰθύνουσα, ὅπως ἐν συμπνοία συζῶντες, φθάσωμεν Εἰρήνη εἰς μέτρον, τῆς πεποθημένης καταπαύσεως.

Δέσποινα προσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπη σου·

Τήν πρεσβεία Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἠμίν, καί ἐλέησον ἠμᾶς, ὡς μόνος Οἰκτίρμον.
Δίστιχον
Δέησιν ψυχῆς Μῆτερ Εἰρήνη δέξαι
Ἥν σοί Γεράσιμος θερμῶς ἀνακράζει. 


Πηγή: ἐδῶ