«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 16 Αυγούστου 2018

Ἡ ἐξ Ἐδέσσης ἀνακομιδὴ τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ Ἁγίου Μανδηλίου




Ἀπολυτίκιον. Ἦχος β’.
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, 
αἰτούμενοι συγχώρησιν, τῶν πταισμάτων ἡμῶν, 
Χριστὲ ὁ Θεός· 
βουλήσει γὰρ ηὐδόκησας σαρκί, 
ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, 
ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· 
Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, 
παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Κοντάκιον. Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Τὴν θεαυγῆ, τῆς σῆς Μορφῆς ἐμφέρειαν, 
ζωαρχικάς, μαρμαρυγὰς ἀστράπτουσαν, 
ἐξ Ἐδέσσης ἐδεξάμεθα, ὥσπερ φορέα πάσης δόσεως· 
Σὺ γὰρ τὴν σὴν εἰκόνα μορφωσάμενος, 
αὐτὴν πρὸς τὸ ἀρχέτυπον ἀνήγαγες, 
ὁ μόνος ὑπάρχων πολυέλεος.


Μεγαλυνάριον.
Ἦκεν ἐξ Ἐδέσσης ἡ σὴ Εἰκών, 
ἐν τῇ βασιλίδι, κομισθεῖσα περιφανῶς, 
καὶ τῆς σῆς προνοίας, ἐκλάμπει τὰς ἀκτῖνας, 
ἡλιακὸς ὡς δίσκος, ἡμῖν Φιλάνθρωπε.

Πηγή: synaxarion.gr