Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου·
σὺ γὰρ ἀπειρόγαμε
Παρθένε,
γῆθεν μετέστης πρὸς αἰωνίους μονάς,
καὶ πρὸς ἀτελεύτητον ζωήν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύουσα.
Κροτείτωσαν σάλπιγγες,
Κροτείτωσαν σάλπιγγες,
τῶν θεολόγων σήμερον,
γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων,
νῦν
εὐφημείτω, περιηχείτω ἀήρ,
ἀπείρῳ λαμπόμενος φωτί·
Ἄγγελοι ὑμνείτωσαν,
τῆς Παρθένου τὴν Κοίμησιν.
Τὸ σκεῦος διέπρεπε,
Τὸ σκεῦος διέπρεπε,
τῆς ἐκλογῆς τοῖς
ὕμνοις σου,
ὅλος ἐξιστάμενος Παρθένε,
ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ,
τοῖς
πᾶσι θεόληπτος καὶ ὢν,
ὄντως καὶ δεικνύμενος,
Θεοτόκε πανύμνητε.
Πηγή: Μηναῖον Αὐγούστου, «Φῶς», σελ. & http://glt.goarch.org