Εἱρμὸς
Νενίκηνται
τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε·
παρθενεύει γὰρ τόκος, καὶ
ζωὴν προμνηστεύεται θάνατος.
Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον
ζῶσα,
σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».
Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι,
Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι,
τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον·
τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς
προσεφώνει·
Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.
Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου,
Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου,
μετὰ δέους ὁρῶντες, καὶ φωνῇ
λιγυρᾷ προσφθεγγόμενοι·
Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα,
σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.
Πηγή: Μηναῖον Αὐγούστου, «Φῶς», σελ. 156 & http://glt.goarch.org