Κατὰ Ματθαῖον, ιθ΄ 16-26.
16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε
ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;
17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με
λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς. εἰ δὲ θέλεις εἰσελθεῖν
εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς.
18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς
εἶπε· Τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,
19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς
σεαυτόν.
20 λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός
μου· τί ἔτι ὑστερῶ;
21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε
πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ,
καὶ δεῦρο ἀκολούθει μοι.
22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε
λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς
αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν
βασιλείαν τῶν οὐρανῶν.
24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον
διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ
εἰσελθεῖν.
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα
λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;
26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς·
Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
Ἅγιος Ἀπόστολος Ματθαῖος
Πηγή: Καινὴ Διαθήκη, σελ. 84-85 & myriobiblos.gr
Ἀνάλυση τοῦ Εὐαγγελίου: ἐδῶ