Ἀπολυτίκιον. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου,
Σῶσον Κύριε τὸν λαόν σου,
καὶ εὐλόγησον τὴν κληρονομίαν σου,
νίκας τοῖς
Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος,
καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ
Σταυροῦ σου πολίτευμα.
Κοντάκιον. Ἦχος δ’. Αὐτόμελον.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως,
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως,
τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ,
τοὺς
οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός·
εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς
πιστοὺς Βασιλεῖς ἡμῶν,
νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων·
τὴν
συμμαχίαν ἔχοιεν τὴν σήν,
ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Μεγαλυνάριον.
Σήμερον ἡ κτίσις πᾶσα Σωτήρ,
Σήμερον ἡ κτίσις πᾶσα Σωτήρ,
πόθῳ ἀνυψοῦσα, τὸν πανάγιόν σου Σταυρόν,
τὴν φωνήν
σου αἴρει, καὶ πίστει ἐκβοᾷ σου·
Δώρησαι τῷ λαῷ σου, Λόγε τὴν χάριν
σου.
Πηγή: synaxarion.gr