Ὁ πλούσιος καὶ ὁ φτωχὸς Λάζαρος. |
Κατὰ Λουκᾶν, ιστ΄ 19-31.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς.
20 πτωχὸς δέ τις
ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος
21 καὶ
ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ
πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
22
ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων
εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23 καὶ ἐν τῷ
ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ
μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
24 καὶ αὐτὸς φωνήσας εἶπε·
πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ
δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ
φλογὶ ταύτῃ.
25 εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ
ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε
παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·
26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ
ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ
δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
27 εἶπε δέ· ἐρωτῶ οὖν
σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου·
28 ἔχω γὰρ
πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς
τὸν τόπον τοῦτον τῆς βασάνου.
29 λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ
τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ,
ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν.
31 εἶπε δὲ
αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν
ἀναστῇ πεισθήσονται.
Πηγές: Καινὴ Διαθήκη, σελ. 317-319 & myriobiblos.gr
Ἀνάλυση: ἐδῶ