«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 5 Νοεμβρίου 2018

Τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης, τῶν Συζύγων




Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Γάλακτι τραφεὶς ἀσκήσεως, διὰ βασάνων πολλῶν, 
Γαλακτίων καὶ θλίψεων, εἰς Χριστοῦ κατήντησας,
 ἡλικίαν γενόμενος, δεκτὴ θυσία, τέλειον σφάγιον, 
τῇ αὐθαιρέτῳ ὁρμῇ πανόλβιε. Ὢ τῆς ἑδραίας σου, 
καὶ βεβαίας πίστεως! δι' ἦς Θεοῦ, ἔτυχες θεούμενος, 
νῦν τελεώτερον.
Ἦχος πλ. δ'
Ἐπιστημόνως ἐζήτησας, τῶν ἀγαθῶν τὴν πηγήν,
 ὀρεκτῶν τὸ ἀκρότατον, ταῖς αὐτοῦ λαμπρότησι,
καὶ ψυχὴν καὶ διάνοιαν, 
καταυγασθεῖσα Θεομακάριστε, 
καὶ καθελοῦσα στερραῖς ἐνστάσεσι, 
τὸν πολυμήχανον, καὶ ἀρχαῖον δράκοντα,
 μοναζουσῶν, θεῖον ἐγκαλλώπισμα, 
μάρτυς πολύαθλε.
 
Ἦχος πλ. δ'
Δύο φωστῆρες ὑπέρλαμπροι, Ἀνατολῆς νοητῆς, 
ἀνατέλλουσι χάριτι, καὶ τὴν κτίσιν ἅπασαν,
 εὐσεβῶς καταυγάζουσιν, 
ὑπερβαλλούσαις ἄθλων λαμπρότησι, 
καὶ ἰαμάτων, θείοις πυρσεύμασιν, 
ὧν τὴν ὑπέρφωτον, ἑορτὴν γεραίροντες, 
τὸν δι' αὐτῶν, πάντας ἁγιάζοντα,
 Χριστὸν δοξάσωμεν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος 

Δεῦρο ψυχή μου στενάζουσα, 
καὶ τῶν δακρύων κρουνούς, 
ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, 
καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. 
Διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, 
τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, 
καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις,
 καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, 
καὶ ἡ ἀπόλαυσις. 

Πηγή: ἐδῶ