Ἀπολυτίκιον . Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὁ χρόνων ἐπέκεινα, καὶ τῶν αἰώνων Θεός,
τὴν δέησιν πρόσδεξαι, τῇ συμπληρώσει Χριστέ,
τοῦ ἔτους δεόμεθα,
θείαν ἰσχύν δὲ δίδου, ἐν εἰρήνῃ τελέσαι,
ἄμα καὶ εὐσεβείᾳ τὸ ἀρχόμενον ἔτος,
πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Κοντάκιον.Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Εἰς τὸ τέλος φθάσαντες, τοῦ χρόνου μόνε Οἱκτίρμον,
τὴν σὴν ἀτελεύτητον, ὑμνοῦμεν χάριν ἀπαύστως·
πάντας γάρ, ἐκ πάσης βλάβης θᾶττον ἐρρύσω,
δίδου δέ, καὶ τὰ ἐλέη σου δυσωποῦμεν,
τῷ ἐνιαυτῷ τῷ νέῳ,
τοῖς προσκυνοῦσι τὴν δυναστείαν σου.
Μεγαλυνάριον.
Τῇ τοῦ χρόνου λήξει Χριστὲ Σωτήρ,
διάρρηξον Λόγε, τῶν ἀμέτρων ἁμαρτιῶν,
ἡμῶν τὸ δελτίον, καὶ χάριτος ἁγίας,
ἡμῶν τὰς διανοίας πλήρωσον Κύριε.
Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος ἐνιαύσιος στέφανος, Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, «Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, Ἅγιον Ὅρος», σελ. 174.