Χαίροις Ἱεραρχῶν ἡ Τριάς,
τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια,
οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός,
τῶν αἱρετιζόντων ἡ κατάπτωσις∙
Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι,
καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες∙
οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες,
νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι∙
οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου αἱ εἴσοδοι∙
Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε,
τὸ μέγα ἔλεος.
Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις Ἱεραρχῶν ἡ Τριάς,
οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι,
τοῦ κόσμου ἡ σωτηρία∙ ἡ τῶν ἀνθρώπων χαρά,
καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι∙
τοῦ Λόγου οἱ πρόμαχοι∙ ἰατροὶ ἐπιστήμονες,
τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος∙
οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος,
λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἄπαν πρόσωπον∙
οἱ Θεολόγοι, αἱ Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι,
Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε,
τὸ μέγα ἔλεος.
Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Χαίροις Ἱεραρχῶν ἡ Τριάς,
τοῦ ἐπιγείου στερεώματος Ἥλιος∙
ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς,
τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις∙
τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα,
ὁ Θεολόγος ὁ σοφός τε Βασίλειος,
ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος.
Πλάκες αἱ θεοχάρακτοι∙ μαζοὶ οἱ ἐκβλύζοντες,
τῆς σωτηρίας τὸ γάλα, τὸ τῆς σοφίας ἀγλάϊσμα,
Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org/