Κατὰ Λουκᾶν, ιη΄10-14.
10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ
ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
11 ὁ Φαρισαῖος
σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ
ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ
τελώνης·
12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
13 καὶ
ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν
ἐπᾶραι, ἀλλ' ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ
ἁμαρτωλῷ.
14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ
γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν
ὑψωθήσεται.
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Λουκᾶς
Πηγή: Καινὴ Διαθήκη σελ. 325 & myriobiblos.gr
Πηγή: Καινὴ Διαθήκη σελ. 325 & myriobiblos.gr
Ἀνάλυση: ἐδῶ