Ἀπολυτίκιον. Ἦχος β’.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!
ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος
ἀναπαύσεως,
ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο·
πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς
ἄρτος ἡδύς,
τῇ Τριάδι προσήνεκται.
Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα,
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα,
ἔνδον λαβὼν ἐν καρδίᾳ σου,
τὰς ἐναντίας δυνάμεις
κατεπάτησας Πολύαθλε,
καὶ στέφει οὐρανίῳ,
ἐστέφθης αἰωνίως
ὡς ἀήττητος.
Μεγαλυνάριον.
Δῶρον πολυτίμητον καὶ τερπνόν,
Δῶρον πολυτίμητον καὶ τερπνόν,
ἀθλήσας προσήχθης, τῷ δοξάσαντί σε λαμπρῶς·
ὅθεν ἐδωρήθης, θερμότατος προστάτης,
τῇ Ἐκκλησίᾳ πάσῃ, Τήρων Θεόδωρε.
Πηγή: synaxarion.gr