«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 25 Μαρτίου 2019

Ὁ Εὐαγγελισμός τῆς Ὑπεραγίας Θεοτόκου & Ἀειπαρθένου Μαρίας




Θεοτοκίον. Ἦχος πλ. β' . Ἰωάννου Μοναχοῦ.
  Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος,
 εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν· 
καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ, 
τῷ θαῦμα ἐκπληττόμενος· 
ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, 
ἐκ παρθένου τίκτεται! 
ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν,
ἐν μήτρᾳ χωρεῖται γυναικός! 
ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα 
ἀτενίσαι οὐ δύνανται, 
λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε, 
Θεοῦ ἐστι Λόγος ὁ παρών. 
Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; 
Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ, 
χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, 
χαῖρε Μήτηρ τῆς ζωῆς, 
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 

Ὅσιος Ἰωάννης ὁ Δαμασκηνός 

Πηγή: ἐδῶ