Κανών β', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος πλ. δ' . Ἄγγελοι καὶ οὐρανοὶ ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε ἴδετε λαοί, τὸν ἐπὶ θρόνου δόξης ἀνυμνούμενον ὑπὸ λαῶν ἀνόμων
βλασφημούμενον καὶ ἰδόντες ὑμνεῖτε, τὸν ἐν Προφήταις Μεσσίαν
προρρηθέντα.
Σὺ εἶ ὄντως ὁ Χριστός, ὁ εἰς τὸν κόσμον τοῦτον προερχόμενος, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ ἄφεσις, τῶν πατρῴων σφαλμάτων, σὺ ἡ ὄντως ζωὴ τῶν σοὶ πεπιστευκότων.
Ἡ σοφία τοῦ Θεοῦ, τῆς ἑορτῆς μεσούσης, καθὼς γέγραπται, τῷ ἱερῷ ἐπέστη καὶ ἐδίδασκεν, ὅτι ὄντως αὐτὸς ἦν, ὁ Μεσσίας Χριστός, δι' οὗ ἡ σωτηρία.
Ἐν τοῖς Σάββασι Χριστός, καὶ ἐν ἡμέραις ὅλαις ἐπεδείκνυτο, τὰ τῶν σημείων ἔργα ἐξιωμενος, τοὺς ἐν νόσοις ποικίλαις, ἀλλ' ὁ πλάνος λαός, θυμῷ ἐνεκοτεῖτο.
Τὸν Παράλυτον φησί, τὸν δὲ χρόνοις πλείστοις κατακείμενον, ἐν τῷ Σαββάτῳ οὗτος ἐθεράπευσε, καὶ παρέβη τὸν νόμον, Ἰουδαῖοι Χριστῷ, πικρῶς ἐλοιδοροῦντο.
Οὐ Μωσῆς, ὑμῖν φησί, τὸν νόμον δοὺς κελεύει περιτέμνεσθαι; καὶ ἐν Σαββάτῳ ἄνδρα περιετέμνετο, ἵνα μήπως ὁ νόμος τῶν πατέρων λυθῇ, Χριστὸς τοῖς Ἰουδαίοις.
Οἱ ἀγνώμονες παντί, οἱ ἐν ἐρήμῳ πάλαι παροικήσαντες, τὸν εὐεργέτην φθόνῳ, κατενέσκηπτον βλασφημοῦντες, κινοῦντες, τὰς ἀδίκους γλῶσσας, κενὰ προσμελετῶντες.

Πηγή: ἐδῶ