Ὡς
φοῖνιξ ἐξήνθησας, τῶν ἀρετῶν τοὺς καρπούς,
ἀσκήσας ὡς ἄσαρκος,
ἀμυγδαλῆς ἐν φυτῷ,
Δαβὶδ Πάτερ Ὅσιε.
Ὅθεν Θεσσαλονίκη, τοῖς ὁσίοις σου
πόνοις,
χάριν παρὰ Κυρίου, δαψιλῆ καρπουμένη,
γεραίρει ὡς μεσίτην σε,
θερμὸν πρὸς τὸν Φιλάνθρωπον.
Κοντάκιον. Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς μιμητήν, τῶν οὐρανίων τάξεων,
Ὡς μιμητήν, τῶν οὐρανίων τάξεων,
καὶ ἀγαθῶν, τῶν ἐπιγείων πάροικον,
ἐπαξίως μακαρίζομεν, σὲ ὦ Δαβὶδ θεομακάριστε·
τὸν βίον γὰρ ὡς ἄγγελος
ἐτέλεσας,
καὶ θείων δωρημάτων κατετρύφησας,
ἐξ ὧν καὶ ἡμῖν μετάδος Ὅσιε.
Μεγαλυνάριον.
Ἤνεγκας ὡς κλῆμα ἐν τῇ Ἐδέμ,
Ἤνεγκας ὡς κλῆμα ἐν τῇ Ἐδέμ,
ἑστὼς ὑπὲρ φύσιν, ἐπὶ δένδρου Πάτερ Δαβίδ,
βότρυας
ἡδίστους, ζωῆς τῆς μακαρίας,
δι’ ὧν ἀεὶ εὐφραίνεις, τοὺς σὲ
γεραίροντας.
