Θεοτοκίον. Ἦχος δ'
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε,
πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως,
παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης,
Πέτρος τε ἡ τιμιωτάτη
κορυφαία τῶν θεολόγων ἀκρότης,
καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός,
ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες,
τὸ θεῖον καὶ ἐξαίσιον, τῆς
Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον,
καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον
σου σῶμα κηδεύσαντες,
ἔχαιρον πανύμνητε.
Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ
πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις,
τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι
ἀλλήλαις ἔλεγον·
Ἄρατε ὑμῶν τὰς πύλας,
καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν
οὐρανοῦ καὶ γῆς Ποιητήν,
δοξολογίαις τε ἀνυμνήσωμεν,
τὸ σεπτὸν καὶ ἅγιον
σῶμα,
τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον.
Διόπερ καὶ ἡμεῖς τὴν
μνήμην σου ἑορτάζοντες,
ἐκβοῶμέν σοι·
Πανύμνητε, Χριστιανῶν τὸ κέρας
ὕψωσον,
καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Πηγή: Μηναῖον & http://glt.goarch.org/