Κατὰ Λουκάν, ζ΄ 11-16.
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην
Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
12
ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς
μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς
ἦν σὺν αὐτῇ.
13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτῇ καὶ εἶπεν
αὐτῇ· Μὴ κλαῖε·
14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες
ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
15 καὶ ἀνεκάθισεν ὁ
νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
16 ἔλαβε δὲ
φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι προφήτης μέγας
ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Λουκᾶς
Πηγή: Καινὴ Διαθήκη, σελ. 256 & myriobiblos.gr
Ἀνάλυση τοῦ Εὐαγγελίου ἀπὸ τὸν Ἅγιο Γρηγόριο τὸν Παλαμᾶ: ἐδῶ
Ἀνάλυση τοῦ Εὐαγγελίου ἀπὸ τὸν Ἅγιο Γρηγόριο τὸν Παλαμᾶ: ἐδῶ