«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 11 Νοεμβρίου 2019

Πρὸς τιμὴν τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου





Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια τῶν Μαρτύρων. Ἦχος δ'.  Ὡς γενναῖον ἐν Μάρτυσιν
 
Τοῖς τριβόλοις κεντούμενος, τοῖς βουνεύροις τυπτόμενος, 
τῷ πυρὶ τὸ σῶμά σου δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα,
 Χριστοῦ τὸ σωτήριον, οὐχ ἡττήθης λογισμῷ οὐ ξοάνοις ἐπέθυσας, 
ἀλλὰ γέγονας, ἐθελόθυτον θῦμα καὶ θυσία, καθαρά τε καὶ τελεία, 
Μάρτυς Μηνᾶ τῷ Δεσπότῃ σου.
 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
 

Ὀφθαλμοὺς ἐκκεντούμενος, καὶ ἐν ξύλῳ κρεμάμενος, 
καὶ λαμπάσι πάντοθεν φλογιζόμενος, καὶ ἀπηνείᾳ δικάζοντος, 
τὰ νεῦρα τεμνόμενος, καὶ τῷ ξίφει κεφαλήν, ἀφαιρούμενος ἔχαιρες, 
Βίκτωρ ἔνδοξε, Ἀθλητὰ τοῦ Σωτῆρος ὁ νικήσας, τοῦ ἐχθροῦ τὰς παρατάξεις, 
τῇ συνεργείᾳ τοῦ Πνεύματος.
 

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
 

Ἐστεφάνωσε Κύριος, τῶν χαρίτων στεφάνῳ σε,
 Στεφανὶς πολύαθλε· ἑκουσίως γάρ, σαυτὴν βασάνοις ἐκδέδωκας, 
ψυχῆς γενναιότητι, προσδεθεῖσα δὲ δυσίν, ἐμερίσθης τοῖς φοίνιξι,
 καὶ ἐπέτασας, πρὸς Θεὸν ὡς στρουθίον τὸ σαρκίον, ἐν χερσὶ καταλιποῦσα,
 τῶν θηρατῶν ἀξιάγαστε.
 

Δοξαστικὸν. Ἦχος πλ. β'. 
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, 
δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, 
τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, 
ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· 
Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, 
εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμων.
 

Θεοτοκίον. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης 
Τὸ ὄμμα τῆς καρδίας μου, ἐκτείνω πρὸς σὲ Δέσποινα,
 μὴ παρίδῃς, τὸν πικρόν μου στεναγμόν.
 Ἐν ὥρᾳ ὅταν κρίνῃ, ὁ σὸς Υἱὸς τὸν κόσμον, 
γενοῦ μοι σκέπη καὶ βοήθεια.

Πηγή:  glt.goarch.org