Δοξαστικὸν. Ἦχος β'.
Ἐκ πυθμένος κακίας ἐσχάτης,
Ἐκ πυθμένος κακίας ἐσχάτης,
πρὸς ἀκρότατον ὕψος ἀρετῆς,
ὡς ἀετὸς
ὑψιπέτης, παραδόξως ἀνέδραμες,
Ματθαῖε πανεύφημε·
τοῦ γὰρ καλύψαντος
οὐρανοὺς ἀρετῇ,
καὶ τῆς συνέσεως αὐτοῦ πᾶσαν τὴν γῆν πληρώσαντος,
Χριστοῦ ἀκολουθήσας τοῖς ἴχνεσι,
μιμητὴς διάπυρος ἐν πᾶσιν αὐτοῦ
πεφανέρωσαι,
εὐαγγελιζόμενος εἰρήνην, ζωήν καὶ σωτηρίαν,
τοῖς
πειθαρχοῦσιν εὐσεβῶς
,
τοῖς θείοις προστάγμασιν,
ἐν οἷς ἡμᾶς καθοδήγησον,
εὐαρεστοῦντας τῷ Κτίστῃ,
καὶ σὲ μακαρίζοντας.
Θεοτοκίον .Ἦχος β'.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή,
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή,
ἡ βλαστήσασα τὸν καρπὸν τῆς
ζωῆς,
Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα,
μετὰ τῶν Ἀποστόλων,
καὶ πάντων
τῶν Ἁγίων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος γ'.
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε,
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε,
πρέσβευε τῷ ἐλεήμονι Θεῷ,
ἵνα πταισμάτων ἄφεσιν,
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org