Δοξαστικόν. Ἦχος β'
Χαρμονικῶς τῇ πανηγύρει,
τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης,
συνδράμωμεν ὦ φιλομάρτυρες,
καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι
καταστέψωμεν·
Χαίροις βοῶντες αὐτῇ, ἡ τῶν φληνάφων Ῥητόρων,
τὴν
θρασυστομίαν ἐλέγξασα,
ὡς ἀπαιδευσίας ἀνάπλεων,
καὶ τούτους πρὸς πίστιν
θείαν χειραγωγήσασα·
Χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα,
δι'
ἀγάπην τοῦ Ποιητοῦ σου,
καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος·
Χαίροις
ἡ ταῖς ἄνω μοναῖς,
ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα,
καὶ δόξης αἰωνίου
κατατρυφήσασα,
ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου,
τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.
Θεοτοκίον. Ἦχος πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα,
παρεγένου ἐν Ναῷ Κυρίου,
τοῦ
ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη.
Τότε καὶ Γαβριὴλ
ἀπεστάλη,
πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι·
Τὰ οὐράνια πάντα
ἐξέστησαν,
ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν.
Διὸ ἄσπιλε
ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη,
Μήτηρ Θεοῦ, σῷζε τὸ γένος
ἡμῶν.
Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org