Ἀγαπητοὶ, φροντίσωμεν τῆς σωτηρίας ἡμῶν, ὅτι ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν·
καὶ οὐ δύναταί τις φροντίσαι τῆς ἑαυτοῦ ψυχῆς, ἕως οὗ φροντίζει τὰ τοῦ σώματος.
Ὥσπερ γὰρ οὐ δύναταί τις προσέχειν ἐν ἑνὶ ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, καὶ ἐν ἑνὶ ἐπὶ τὴν γῆν·
οὕτως οὐ δύναται ἄνθρωπος φροντίσαι τὰ τοῦ Θεοῦ καὶ τὰ τοῦ σώματος.
Ὥσπερ οὐ δύναται πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ἐξενεγκεῖν ὕδωρ γλυκὺ καὶ πικρὸν, οὕτως οὐ δύναται ἄνθρωπος καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν.
Ὥσπερ οὐ δύναται ἄκανθα καρπὸν ἐλαίου προβάλλεσθαι, οὕτως οὐ δύναται ἄνθρωπος καὶ τὰ οὐράνια ζητεῖν, καὶ τὰ ἐπίγεια ποθεῖν, καθώς φησιν ὁ Κύριος·
Οὐ δύνασθε καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν.
Ὅθεν καὶ ὁ ἀπόστολος Παῦλος ἀκούσας ταῦτα, καὶ ἐκκόψας αὐτοῦ πάντα τὰ τῆς σαρκὸς φρονήματα, φησί·
«∆ι' ὃν πάντα ζημιοῦμαι, ἵνα Χριστὸν κερδήσω,»
καὶ αὐτῷ συμβασιλεύσω.
«Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα.
Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα διαβόλου, καὶ ἐπιθυμίας ἀτόπους.»
Σὺ δὲ, ὦ ἀδελφὲ, μὴ προσέχῃς τι τοῦ κόσμου τούτου, ἵνα δυνηθῇς σωθῆναι, ἀλλὰ ἄσκησον δικαιοσύνην, καὶ ἀλήθειαν, καὶ ἀγάπην, καὶ φόβον Κυρίου, καὶ πραότητα, ὑπακοὴν, καὶ ἐγκράτειαν, καὶ ἀμνησικακίαν.
Μίσησον λόγους κοσμικοὺς, ἵνα καρδία σου ὄψηται τὸν καλόν.
Ἀγάπησον τὸ συνεχῶς προσεύχεσθαι, ἵνα φωτισθῇ σου ἡ καρδία.
Πηγή: orthodoxfathers.com
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου