Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ,
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ,
καὶ λύχνος ἀείφωτος, τῆς
οἰκουμένης σοφέ,
ἐδείχθης Χαράλαμπες·
ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ
μαρτυρίου,
ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν μάκαρ·
διὸ ἐν παρρησίᾳ
Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας,
Ὡς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας,
καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων
σου βολαῖς,
Ἱερομάρτυς Χαράλαμπες·
ὅθεν τιμῶμεν, τὴν θείαν σου ἄθλησιν.
Μεγαλυνάριον.
Τὸν ἐν Ἀθλοφόροις ἱερουργόν,
Τὸν ἐν Ἀθλοφόροις ἱερουργόν,
καὶ ἐν ἱερεῦσιν, ἱερώτατον Ἀθλητήν,
τῶν
θαυμάτων ῥεῖθρα, πηγάζοντα τῷ κόσμῳ,
τὸν μέγαν Χαραλάμπην, ὕμνοις
τιμήσωμεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου