Ἐπιστολὴ πρὸς Ἑβραίους, ζ΄7-17.
7
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8
καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ
μαρτυρούμενος ὅτι ζῇ.
9 καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ
δεκάτας λαμβάνων δεδεκάτωται·
10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε
συνήντησεν αὐτῷ Μελχισεδέκ.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς
ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν
τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν
λέγεσθαι;
12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου
μετάθεσις γίνεται.
13 ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν,
ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα
ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς
ἐλάλησε.
15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα
Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος,
16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς
γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·
17 μαρτυρεῖ γὰρ ὅτι σὺ
ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Πηγή: Καινὴ Διαθήκη, σελ.: 880-882, myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου