Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς σοφίας τὸν λόγον Πάτερ τοῖς ἔργοις σου,
Τῆς σοφίας τὸν λόγον Πάτερ τοῖς ἔργοις σου,
ἀσκητικῶς γεωργήσας ὡς
οἰκονόμος πιστός,
ἀρετῶν μυσταγωγεῖς τὰ κατορθώματα·
σὺ γὰρ πράξας
εὐσεβῶς, ἐκδιδάσκεις ἀκριβῶς,
Κασσιανὲ θεοφόρε, καὶ τῷ Σωτήρι
πρεσβεύεις,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Οἱ λόγοι σου σοφέ, οὐρανίου κασσίας,
Οἱ λόγοι σου σοφέ, οὐρανίου κασσίας,
ὀσμὴν πνευματικήν, διαπνέουσι κόσμῳ·
φιάλαι γὰρ ὤφθησαν, ἀρωμάτων ὡς γέγραπται,
σιαγόνες σου, αἱ
ἀναπτύσσουσαι πᾶσι,
τὰς ἐν Πνεύματι, πνευματικὰς ἀναβάσεις,
Κασσιανὲ
Ὅσιε.
Μεγαλυνάριον.
Γνώσεως τῆς θύραθεν μετασχών,
Γνώσεως τῆς θύραθεν μετασχών,
ὤφθης κεκρυμμένης, ἐπιστήμης μυσταγωγός,
ἧς τὰς
ἐπιδόσεις, λόγοις ἡμᾶς παιδεύεις,
Κασσιανὲ θεόφρον, Πνεύματος σκήνωμα.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου