«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 12 Απριλίου 2020

Κυριακή τῶν Βαΐων





Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. 

Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  


Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: