«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 18 Ιουνίου 2020

Τοῦ Ἁγίου Λεοντίου τοῦ Μάρτυρος ἐξ Αἰγίνης


 Μάρτυρος Λεοντίου του εξ Αιγίνης και των συν αυτώ Υπατίου ...

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.

Ρώμην ἔνθεον, διεζωσμένος, 
ἐθριάμβευσας, ἐν τοῖς ἀγῶσιν, 
Ἀθλοφόρε τοῦ Σωτῆρος Λεόντιε· 
σὺ γὰρ ὡς λέων πρὸς ἄθλησιν ὥρμησας, 
καὶ πολεμίων τὸ κράτος κατέβαλες. 
Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῶν τυράννων ᾔσχυνας, τὰς πονηρὰς ἐπινοίας, 
καὶ Ἑλλήνων* ἤλεγξας, τὸ ἀθεώτατον σέβας· 
ἔλαμψας, θεογνωσίαν πᾶσιν ἀνθρώποις, 
δόγμασι, τῆς εὐσεβείας θεόφρον Μάρτυς. 
Διὰ τοῦτό σου τὴν μνήμην,
 τιμῶμεν πόθῳ, σοφὲ Λεόντιε.



Μεγαλυνάριον.
Δόξῃ διαπρέπων στρατηγικῇ, 
αἴγλῃ ἐλαμπρύνθης, ἐν Κυρίῳ ἀθλητικῇ· 
σὺ γὰρ τοῦ Σωτῆρος, τὸ ὄνομα δοξάσας, 
μεγαλομάρτυς ὤφθης, αὐτοῦ Λεόντιε.


Πηγή: synaxarion.gr 


________________________
* τῶν εἰδωλολατρῶν δωδεκαθεϊστῶν Ἑλλήνων.

Δεν υπάρχουν σχόλια: