Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Χριστοῦ σε συγγενῆ, ὦ Ἰούδα εἰδότες,
Χριστοῦ σε συγγενῆ, ὦ Ἰούδα εἰδότες,
καὶ μάρτυρα στερρόν, ἱερῶς εὐφημοῦμεν,
τὴν
πλάνην πατήσαντα, καὶ τὴν πίστιν τηρήσαντα·
ὅθεν σήμερον, τὴν παναγίαν
σου μνήμην,
ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν,
εὐχαῖς σου λαμβάνομεν.
Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Ἐκ ῥίζης εὐκλεοῦς, θεοδώρητον κλῆμα,
Ἐκ ῥίζης εὐκλεοῦς, θεοδώρητον κλῆμα,
ἀνετειλας ἡμῖν τοῦ Κυρίου αὐτόπτα,
Ἀπόστολε Θεάδελφε, τοῦ Χριστοῦ κῆρυξ πάνσοφε,
τρέφων ἅπαντα, κόσμον
καρποῖς σου τῶν λόγων,
τὴν ὀρθόδοξον, πίστιν Κυρίου διδάσκων,
ὡς μύστης
τῆς χάριτος.
Μεγαλυνάριον.
Δεῦτε τὸν Θεάδελφον Μαθητήν,
καὶ τῆς εὐσεβείας, τὸν φωστῆρα τὸν θεαυγῆ,
ὑμνήσωμεν πόθῳ, χαῖρε αὐτῷ βοῶντες,
Ἀπόστολε Ἰούδα, Χριστοῦ διάκονε.
Πηγή: Μηναῖον Ἰουνίου & synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου