«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 26 Ιουλίου 2020

Τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς






Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, 
ἐργασάμενη φερώνυμε, 
τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι,
 Παρασκευὴ Ἀθληφόρε· 
ὅθεν προχέεις ἰάματα, 
καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Κοντάκιον  Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῇ Ἀθληφόρῳ οἱ πιστοὶ τὸν ὑμνητήριον
Παρασκευῇ δεῦτε συμφώνως ἀναμέλψωμεν·
Ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ
Ἀπελαύνουσα τῆς πλάνης τὴν σκοτόμαιναν
Καὶ παρέχουσα πιστοῖς τὴν χάριν ἄφθονον
Τοῖς κραυγάζουσι, χαίροι Μάρτυς πολύαθλε.


Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας ἡ λαμπηδών, 
καὶ τῶν ἰαμάτων, πολυχεύμων ὄντως κρουνός· 
χαίροις προστασία, καὶ σεπτὴ οὐρανία, 
Παρασκευὴ θεόφρον, τῶν εὐφημούντων σε.

Πηγή: synaxarion.gr  


Δεν υπάρχουν σχόλια: