«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 30 Αυγούστου 2020

Τῶν Ἁγίων Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου Πατριαρχῶν Κωνσταντινουπόλεως

 

 


 

 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Μύσται οὐράνιοι ἀποδεικνύμενοι,

 θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε, 

τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως,

 ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος, 

Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος,

 καὶ Παῦλε Ἱερέων ἀκρότης· 

ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν τριάδα σήμερον, Ἱεραρχῶν τῶν Ὁσίων,

ἱεροῖς ἐν ᾄσμασιν, ἐγκωμιάσωμεν πάντες· 

οὗτοι γὰρ, ὡς οἰκονόμοι τῶν ἀπορρήτων, 

νέμουσι, χάριν ἀέναον τοῖς βοῶσιν, 

ὦ Ἀλέξανδρε παμμάκαρ, 

καὶ Ἰωάννη, σὺν Παύλῳ χαίρετε.



Μεγαλυνάριον.
Χαίροις τῶν Πατέρων τριὰς σεπτή, 

Ἀλέξανδρε μάκαρ, σὺν τῷ Παύλῳ τῷ εὐκλεεῖ, 

καὶ τῷ Ἰωάννη, ἡ τρίφωτος λυχνία, 

ἡ πᾶσαν Ἐκκλησίαν, καταπυρσεύουσα.

 

Πηγή: synaxarion.gr 




 

Δεν υπάρχουν σχόλια: