«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 1 Σεπτεμβρίου 2020

1η Σεπτεμβρίου - Ἀρχὴ τῆς Ἰνδίκτου


 

 

 

Ἀπολυτίκιον. Ἦχος β’.
Ὁ πάσης Δημιουργός τῆς κτίσεως,

 ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδὶᾳ ἐξουσίᾳ θέμενος, 

εὐλόγησον τὸν στέφανον, τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε, 

φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, 

πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, 

Θεὲ τῶν ὅλων Ὑπερούσιε ὄντως, 

τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, 

σώζων τῷ ἐλέει σου, τῷ ἀπείρῳ Οἰκτίρμων, 

πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ Δεσπότῃ, 

καὶ ἐκβοῶντας φόβῳ Λυτρωτά· 

Εὔφορον πᾶσι, τὸ ἔτος χορήγησον.



Μεγαλυνάριον.
Ἄναρχε Τρισήλιε Βασιλεῦ, 

ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, 

 εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, 

τὰς ἀγαθάς σου δόσεις, πᾶσι δωρούμενος.

 

Πηγή: synaxarion.gr

 

Δεν υπάρχουν σχόλια: