«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 2 Σεπτεμβρίου 2020

Τοῦ Ἁγίου Μάρτυρος Μάμαντος

 


Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖον βλάστημα, Μαρτύρων πέλων, 

ἠκολούθησας, ἀσχέτῳ πόθῳ, 

τοῖς ἐνθέοις ἀληθῶς τούτων ἴχνεσι· 

καὶ τοῦ Σωτῆρος κηρύξας τὸ ὄνομα, 

ἐθαυμαστώθης σοφὲ δι’ ἀθλήσεως. 

Μάμα ἔνδοξε, Χριστὸς τὸν Θεὸν ἱκέτευε, 

δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν τῇ ῥάβδῳ Ἅγιε, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ, 

τὸν λαόν σου ποίμανον, ἐπὶ νομὰς ζωηφόρους, 

θῆρας δέ, τοὺς ἀοράτους καὶ ἀνημέρους, 

σύντριψον, ὑπὸ τοὺς πόδας τῶν σὲ ὑμνούντων· 

ὅτι πάντες οἱ ἐν κινδύνοις, 

προστάτην Μάμα, θερμόν σε κέκτηνται.

 

 

Μεγαλυνάριον.
Τέθηλας ἐκ ῥίζης θεοφιλοῦς, 

καὶ τῆς ἀληθείας, ἐγεώργησας τοὺς καρπούς· 

σὺ διὰ πυρὸς γάρ, καὶ ὕδατος διῆλθες, 

ἐκλάμπων ἐν τοῖς ἄθλοις, Μάμα τοῖς θαύμασι.

 

Πηγή: synaxarion.gr  

 

 

Δεν υπάρχουν σχόλια: