Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τὸν
Ἥλιον τῆς δόξης Σταυρῷ προσηλωθέντα,
καὶ τοῖς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες,
ηὐγάσθης αὐτοῦ ταῖς ἀστραπαῖς,
καὶ ἤθλησας Λογγῖνε εὐσεβῶς·
διὰ τοῦτο νοσημάτων παντοδαπῶν,
λυτροῦσαι τοὺς ἐκβοῶντας·
δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,
πᾶσιν ἰάματα.
Κοντάκιοv. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύνως
γέγηθεν ἡ Ἐκκλησία,
ἐν τῇ μνήμῃ σήμερον, τοῦ ἀοιδίμου Ἀθλητοῦ
Λογγίνου ἀνακραυγάζουσα·
Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα.
Μεγαλυνάριον.
Κῆρυξ
καὶ αὐτόπτης ὤφθης τρανῶς,
τοῦ σαρκὶ παθόντος, εὐδοκίᾳ Λόγου Θεοῦ·
εὐθαρσῶς γὰρ τούτου, τὴν ἔγερσιν κηρύττων,
ὑπὲρ αὐτοῦ Λογγῖνε, προθύμως τέθυσαι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου