Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς
θεῖος Ἀπόστολος, θεολογίας κρουνούς,
ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς,
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον,
ἔλαμψας ἐν Ἰνδίᾳ, ὡς ἀκτὶς οὐρανία,
Θωμᾶ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάϊσμα.
Κοvτάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὁ τῆς θείας χάριτος πεπληρωμένος,
τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής,
ἐν μετανοῖᾳ ἐκραύγαζε·
Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὐπερμάχῳ.
Ὡς κοινωνὸς τοῦ ἐκ πλευρᾶς ἄφεσιν βλύσαντος
Τοῦ ζωηφόρου ὁμοιώματος ἐτρύφησας
Λογχευθεὶς Θωμᾶ πανεύφημε τὴν πλευράν σου.
Ἀλλ’ ὡς Μάρτυς καὶ Ἀπόστολος θεόληπτος
Σωσωσμένους τῷ Δεσπότῃ σου προσάγαγε
Τοὺς βοῶντάς σοι, χαίροις μάκαρ Ἀπόστολε.
Μεγαλυνάριον.
Τῇ
χειρὶ ἁψάμενος τῆς πλευρᾶς,
τοῦ βλύσαντος κόσμῳ, ἀθανάτου ζωῆς κρουνούς,
ἐξ αὐτῆς ἐδέξω, δογμάτων θεῖα ῥεῖθρα,
δι’ ὧν ψυχὰς ἀρδεύεις, Θωμᾶ Ἀπόστολε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου