Εἰς τοὺς Αἴνους, Στιχ. Προσόμια τῶν Νηπίων. Στιχηρὰ Προσόμια τῶν Νηπίων
Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς,
τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι,
τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι,
ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον,
τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών,
τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος.
Ἦχος πλ. δ'
Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ,
τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος,
τὰ Νήπια κατέσφαττεν·
ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν,
εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν,
οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν,
πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἦχος πλ. δ'
Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή,
νῦν μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται,
ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται,
ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός,
φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα.
Δοξαστικὸν Ἦχος πλ. β'
Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα,
ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο,
καὶ γαλακτοτροφούμενα Βρέφη,
ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν.
Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην,
πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου.
Ὄρος ἐδέξατο τὸν Πρόδρομον·
φάτνη ἐφύλαττε τὸν θησαυρόν,
ὃν ἀστὴρ ἐμήνυσε· Μάγοι προσεκύνουν,
Κύριε δόξα
σοι.
Θεοτοκίον Ἦχος πλ. β'.
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες,
τὸν ἀληθῆ μηνύοντες Ποιμένα,
τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ,
καὶ ἀνακείμενον ἐν φάτνῃ,
Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα,
Κύριε δόξα σοι.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου