Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἡ
καλλικέλαδος, θεόφρον γλῶσσά σου,
λαμπρῶς κηρύξασα, Χριστοῦ τὴν σάρκωσιν,
συναθλητάς σοι εὐκλεεῖς, εἱλκύσατο ἐν σταδίῳ,
Μηνᾶ παμμακάριστε, Ἑρμογένην τὸν ἔνδοξον,
καὶ τὸν θεῖον Εὔγραφον, μεθ’ ὧν χαίρων ἠγώνισαι.
Καὶ νῦν τὴν Παναγίαν Τριάδα,
ὑπὲρ ἡμῶν ἐκδυσωπεῖτε.
Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Μηνᾶν
τὸν θαυμαστόν, Ἑρμογένην τὸν θεῖον,
καὶ Εὔγραφον ὁμοῦ, ἱεραῖς μελῳδίαις,
τιμήσωμεν ἅπαντες, ὡς τιμήσαντας Κύριον,
καὶ ἀθλήσαντας, ὑπὲρ αὐτοῦ καὶ χορείαν,
τὴν ἀσώματον, ἐν οὐρανοῖς πεφθακότας,
καὶ θαύματα βλύζοντας.
Μεγαλυνάριον.
Ὤσπερ
λιγυρόφθογγος ἀηδών,
Μηνᾶ τὸν τῶν ὅλων, διαγγείλας Δημιουργόν,
Εὔγραφον τὸν θεῖον, ὁμοῦ σὺν Ἑρμογένει,
συμφύτους ἐπεσπάσῳ, τῷ θείῳ σκάμματι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου