Κανών γ', ᾨδὴ θ', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Κροτείτωσαν σήμερον, τῶν Προφητῶν οἱ πρόκριτοι·
ἰδοὺ γὰρ αἱ προρρήσεις, αὐτῶν τῆς χάριτος,
ἄρχονται πληροῦσθαι ἀξίως, ἐν τῇ σεπτῇ,
Συλλήψει τῆς μόνης, ἁγνῆς Θεομήτορος,
ἐν ῇ πάντες ἀγαλλόμεθα.
Ὁ
θρόνος ὁ ἔνδοξος, προτίθεται τοῦ Κτίσαντος,
ἡ σωτήριος Πύλη, νῦν εὐτρεπίζεται,
μόνῳ τῷ Δεσπότῃ καὶ Κτίστῃ, διαβατὴ μόνῳ τηρουμένη,
δι' ἧς
εἰσαγόμεθα, εἰς ζωὴν τὴν ἀτελεύτητον.
Ῥημάτων δεήσεως, Ἰωακεὶμ σὺν Ἄννῃ βοᾷ,
σὺ ἐπήκουσας μόνος, ὁ Ποιητὴς καὶ Θεός,
καὶ τῆς ἀτεκνίας τὴν λύσιν, σὺ παρασχών,
ῥίζαν ἀφθαρσίας, ἐδωρήσω Κύριε,
καὶ ἡμῖν τοῖς σὲ
δοξάζουσιν.
Ἡ κλῖμαξ στηρίζεται, δι' ἧς ὁ Κτίστης Κύριος,
καταβὰς ἀνελκύσει, ἄνω τὴν φύσιν ἡμῶν·
Χαίροις οὐρανὲ σὺν Ἀγγέλοις,
χαῖρε Θεοῦ, ἡ σύμπασα κτίσις,
χαίροις τὸ ἀνθρώπινον γένος,
χάριτι
θεούμενον.
Θεοτοκίον
Ὑμνῶ σου τὴν
ἄφατον, φιλανθρωπίαν Δέσποινα·
σὺ γὰρ εἶ φωτισμός μου, σύ μου τὸ καύχημα,
σύ μου χορηγὸς τῆς σοφίας, σύ μου χαρά,
σύ μου προσδοκία, σὺ μου τὸ ὀχύρωμα,
τὸ κραταίωμα καὶ στήριγμα.
Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου