«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 30 Δεκεμβρίου 2020

Τῆς Ἁγίας Ἀνυσίας τῆς Ὁσιομάρτυρος

 

 


 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Χριστὸν ποθήσασα, ἀπὸ νεότητος,

 αὐτοῦ τοῖς ἴχνεσι, κατηκολούθησας, 

ἐν ἀρεταῖς ἀσκητικαῖς ἐκλάμπουσα Ἀνυσία· 

ὅθεν καὶ ἀθλήσασα, πρὸς νυμφῶνα οὐράνιον, 

χαίρουσα ἀνέδραμες, ὡς παρθένος θεόληπτος, 

πρεσβεύουσα ὑπὲρ τῶν βοώντων· 

χαῖρε σεμνὴ Ὁσιομάρτυς.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας χάρισι, κεκοσμημένη Ὁσία, 

μαρτυρίου ἤνυσας, γνώμῃ ἀνδρείᾳ τὸ σκάμμα· 

ὅθεν σε, διπλοῖς στεφάνοις ὁ σὸς Νυμφίος ἔστεψεν, 

ὁ κατ’ ἀξίαν νέμων τὰ γερά·  ὃν δυσώπει Ἀνυσία, 

ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.



Μεγαλυνάριον.
Τῆς Θεσσαλονίκης θεῖος βλαστός, 

καὶ ἄμωμος νύμφη, τοῦ Παντάνακτος Ἰησοῦ,

 ὤφθης Ἀνυσία, ἀσκήσει καὶ ἀθλήσει, 

ἐχθρὸν καταβαλοῦσα, τὸν πολυμήχανον.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: