«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 8 Ιανουαρίου 2021

Τῆς Ὁσίας Δομνίκης

 


 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπῃ τῇ κρείττονι, καταυγασθεῖσα τὸν νοῦν, 

ἀσκήσει ἐξέλαμψας, ὥσπερ λαμπὰς φαεινή, 

Δομνίκα πανεύφημε· 

ὅθεν Μοναζουσῶν σε, ὁδηγὸν φωτοφόρον, 

ἔδειξεν ὁ Δεσπότης, διὰ βίου καὶ λόγου. 

Ὧ πρέσβευε θεοφόρε, σώζεσθαι ἅπαντας.



Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Χορείαν εὐκλεῆ, σεμνοτάτων παρθένων, 

δι’ ἔργων ἱερῶν, καὶ σοφῶν διδαγμάτων, 

ἐνθέως ὡδήγησας, πρὸς παστάδα ἀκήρατον, 

ἔνθα πέφηκε, ζωῆς τὸ ξύλον Δομνίκα· 

δι’ οὗ ζώωσον, τὴν νεκρωθεῖσαν ψυχήν μου, 

Ὁσία θεόληπτε.



Μεγαλυνάριον.
Χαίροις ὦ Δομνίκα πανευκλεής· 

σὺ γὰρ τὸν Δεσπότην, ἀγαπήσασα ἐκ ψυχῆς, 

ἴχνεσι τοῖς τούτου, ὥσπερ ἀμνὰς τιμία, 

ἀμέμπτως ἐπορεύθης·  διὸ δεδόξασαι.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: