Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος. Ἦχος β'. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ,
ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ,
βρώσει φθορᾷ πεπτωκότα δεινῶς,
ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς,
οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».
Ἡ
φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ,
φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς,
ταύτην τελούντων θεσπέσιε,
καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ,
ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν.
Μετὰ τῆς ἄνω
χορείας, τῶν ἁγίων Ἀγγέλων,
τῷ θρόνῳ τοῦ Δεσπότου παρεστώς,
τοῦτον δυσώπει τοῦ φθάσαι ἡμᾶς,
τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρῶς,
ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας.
Ἡ τῆς ἁγίας
Τριάδος, κατανόησις Πάτερ,
τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν,
ὡς καθαρῷ τὴν καρδίαν σοι, διασχόντι τὴν ὕλην,
καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς,
κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε.
Στεφηφοροῦντά σε Πάτερ,
καὶ βραβεῖον τῆς νίκης,
δεξάμενον ἐκ θείας δεξιᾶς, καὶ τοὺς ἀγῶνας τελέσαντα,
καὶ φωτὸς πληρωθέντα, πιστεύοντες Πολύκαρπε σοφέ,
πρεσβευτὴν
τῷ Χριστῷ σε, προθύμως προβαλλόμεθα.
Θεοτοκίον
Ὡς
Θεοτόκον σε Κόρη, καὶ Μητέρα τοῦ Λόγου,
καὶ πρόξενον ὑπάρχουσαν ἡμῖν, τῆς ἀϊδίου καὶ θείας ζωῆς,
ὡς τῆς δικαιοσύνης τὸν Ἥλιον ἐκλάμψασαν ἡμῖν,
οἱ Πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Πηγή: Μηναῖον Φεβρουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου