«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 25 Φεβρουαρίου 2021

Τοῦ Ἁγίου Ἱερομάρτυρος Ρηγίνου, Πολιοῦχου Σκοπέλου

 


 

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Σκοπέλου προστάτης καὶ ποιμὴν ἐνθεώτατος, 

ὤφθης Ἱεράρχα Ῥηγῖνε, ὡς τοῦ Πνεύματος σκήνωμα, 

καὶ αἵματι σοφὲ μαρτυρικῷ, φοινίξας τὴν ἁγίαν σου στολήν, 

διασώζεις ἐκ κινδύνων καὶ πειρασμῶν, τοὺς πίστοι ἐκβοῶντάς σοι· 

δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.



Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Τὸν Ἱεράρχην τῆς Σκοπέλου καὶ διδάσκαλον

Καὶ τῶν Μαρτύρων κοινωνὸν καὶ ἰσοστάσιον

Μακαρίσωμεν Ῥηγῖνον τὸν θεηγόρων·

Τῷ Χριστῷ γὰρ ἱεράτευσεν ὡς ἄγγελος

Καὶ ἀθλήσας διασώζει πάσης θλίψεως
Τοὺς κραυγάζοντας, χαίροις Πάτερ θεόληπτε.



Μεγαλυνάριον.
Χαίροις τῆς Σκοπέλου θεῖος ποιμήν, 

Ῥηγῖνε παμμάκαρ, ὁ ἀθλήσας καρτερικῶς· 

χαίροις Ἐκκλησίας, ὁ φωτοφόρος λύχνος, 

σοφὲ Ἱερομάρτυς, Ἀγγέλων σύσκηνε.

 

Πηγή:  synaxarion.gr




Δεν υπάρχουν σχόλια: