Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν
ἰσάγγελον βίον πολιτευσάμενοι,
Βαρσανούφιε Πάτερ σὺν Ἰωάννῃ ὁμοῦ,
τῆς ἀσκήσεως λαμπροὶ ἀστέρες ὤφθητε,
καὶ μοναζόντων ὁδηγοί, πρὸς τὴν κρείττονα ὁδόν,
ὡς πλήρεις φωτὸς τοῦ θείου,
ἐκδυσωποῦντες ἀπαύστως,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ
δυὰς ἡ ἔνθεος, τῶν θεοφόρων Πατέρων,
ἀρετῶν τὰς χάριτας, μυσταγωγοῦσι τοὺς πάντας,
μέγας μέν, ὁ Βαρσανούφιος πέλων Γέρων,
ἄλλος δέ, ὁ Ἰωάννης ὅσιος Γέρων,
οὓς αἰνέσωμεν συμφώνως,
ὡς τῆς Τριάδος θείους θεράποντας.
Μεγαλυνάριον.
Χαίροις
Βαρσανούφιε ἱερέ,
ζωῆς τῆς ὁσίας, θεοφόρε ὑφηγητά·
χαίροις Ἰωάννη, τῆς χάριτος ταμεῖον,
οἱ ὁδηγοὶ οἱ θεῖοι, ἡμῶν καὶ ἔφοροι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου