ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.
Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ
Τρίτη μεγίστη Παρθένους δέκα φέρει,
Νίκην φερούσας ἀδεκάστου Δεσπότου.
Ἀλλ' ὦ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τῇ ἐκλεκτῇ σου σύνταξον ποίμνῃ, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.
Ποίημα Κοσμᾶ Μοναχοῦ. Κανών α', ᾨδὴ η', Τριῳδίου.
Ἦχος β'. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες,
ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες·
Εὐλογεῖτε τὰ ἔργα, Κυρίου
τὸν Κύριον».
Ῥαθυμίαν, ἄπωθεν ἡμῶν, βαλλώμεθα, καὶ φαιδραῖς ταῖς
λαμπάσι,
τῷ ἀθανάτῳ Νυμφίῳ Χριστῷ, ὕμνοις συναντήσωμεν·
Εὐλογεῖτε
βοῶντες, τὰ ἔργα τὸν Κύριον.
Ἱκανούσθω, τὸ κοινωνικόν, ψυχῆς ἡμῶν
ἔλαιον ἐν ἀγγείοις,
ὅπως ἐπάθλων μὴ θέντες καιρὸν ἐμπορίας, ψάλλωμεν·
Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τὸ τάλαντον, ὅσοι πρὸς
Θεοῦ, ἐδέξασθε ἰσοδύναμον χάριν,
ἐπικουρίᾳ τοῦ δόντος Χριστοῦ, αὐξήσατε ψάλλοντες·
Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία
«Τῷ
δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες,
ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες·
Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου