«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 23 Απριλίου 2021

Τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Κυπρίου

 


Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον βλάστημα, τῆς Κύπρου πέλων, 

χαίρων ἤθλησας, ὑστέροις χρόνοις, 

καὶ κατῄσχυνας τὴν πλάνην Γεώργιε· 

Ὄθεν τῇ θήκῃ τῶν θείων λειψάνων σου,

 ἡ σὴ πατρὶς ἁγιάζεται κράζουσα· 

Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἰκέτευε, 

δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

 

Ἀθλητικῶς καταπαλαίσας τὸν ὄφιν, 

 

τοῦ μαρτυρίου ἐκομίσω τὸ στέφος, 

 

παρὰ Χριστοῦ Γεώργιε πανέφημε·

 

Ὄθεν σου τὴν ἔδοξον, ἑορτὴν ἐκτελοῦμεν,

 

καὶ περιπτυσσόμεθα, τὴν σορὸν τῶν λειψάνων, 

 

ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, 

 

ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.  





Μεγαλυνάριον.

Χαίροις ὁ τῆς Κύπρου θεῖος βλαστός, 

 

Γεώργιε νέε, Ἀθλοφόρε τοῦ Ἰησοῦ· 

 

χαίροις ὁ λαμπρύνας, τὴν πάτριον σου χθόνα, 

 

τῇ μετενέξει Μάρτυς, τῇ τῶν λειψάνων σου.

 

 

Πηγή: Νὲος Ἐνιαύσιος Στέφανος, Γεράσιμος Μοναχός Μικραγιαννανίτης, «Ἅγιον Ὄρος»  

 

 

 


Δεν υπάρχουν σχόλια: