Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.
Στίχοι
Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.
Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.
Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.
Στίχοι
Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.
Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων. Ἦχος πλ. δ'. Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Σοῦ τὰ προστάγματα φυλάττων,
ὑπεκλίθη σοῦ τῷ νόμῳ Κωνσταντῖνος·
ἀνομούντων διό, καθεῖλε παρατάξεις,
ἀναβοῶν σοι Κύριε· ὁ Θεὸς εὐλογητὸς
εἶ.
Ξύλον τὸ πάντας ἀνελκύσαν,
Ἀξιάγαστε ἐκ λάκκου ἀπωλείας,
συγχωσθὲν φθονερῶς, ἡμῖν ἀνακαλύπτεις,
καταχωννύον δαίμονας, ὀλεθρίους
εἰς αἰῶνας.
Πράξεσι θείαις ἐδομήσω,
τὴν καρδίαν σου ναὸν Θεοῦ
Ἑλένη,
καὶ ναοὺς ἱερούς, αὐτῷ ἀνῳκοδόμεις,
ἔνθα σαρκὶ τὰ ἄχραντα, δι'
ἡμᾶς ὑπέστη Πάθη.
Θεοτοκίον
Γνώμῃ οἰκείᾳ ἁμαρτάνων,
καὶ δουλούμενος ἀτόποις συνηθείαις,
τῇ συνήθει σου
νῦν, προστρέχω συμπαθείᾳ,
ἀπεγνωσμένον σῶσόν με, Παναγία Θεοτόκε.
Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ὡς πορφυρίδα Ἔνδοξε, στολισθεὶς τὴν εὐμένειαν,
καὶ ὥσπερ χλαμύδα τὴν
καλὴν συμπάθειαν,
στεφάνῳ κεκόσμησαι, τῶν ἀρετῶν τελείῳ νοΐ,
καὶ
μετατεθεὶς ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω,
βασίλεια κραυγάζεις·
Ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὐφραινομένην βλέποντες, σὺν υἱῷ σε θεόφρονι,
Εὐφραινομένην βλέποντες, σὺν υἱῷ σε θεόφρονι,
ἔνδοξε Ἑλένη, εἰς Θεοῦ βασίλεια,
Χριστὸν μεγαλύνομεν, τὸν τὴν ὑμῶν σεπτὴν ἑορτήν,
δείξαντα ἡμῖν, ὑπὲρ
ἀκτῖνας ἡλίου ἡμᾶς φωταγωγοῦσαν,
τοὺς πιστῶς μελῳδοῦντας·
Λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς θαυμαστὸς ὁ πόθος σου! καὶ ὁ τρόπος σου ἔνθεος,
Ὡς θαυμαστὸς ὁ πόθος σου! καὶ ὁ τρόπος σου ἔνθεος,
ἔνδοξε Ἑλένη, γυναικῶν τὸ καύχημα·
τοὺς τόπους
γὰρ φθάσασα, τοὺς τὰ σεπτὰ παθήματα,
ὑποδεξάμενους τοῦ Δεσπότου τῶν
ὅλων,
ναοῖς περικαλέσι, κατεκόσμεις βοῶσα·
Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον
Τὰ τῆς ψυχῆς μου ὄμματα, ταῖς πολλαῖς παραβάσεσιν,
ἀποτυφλωθέντα, Θεοτόκε φώτισον,
τὸν νοῦν μου εἰρήνευσον, καὶ τὴν καρδίαν δέομαι,
ἐκταραττομένην, ἡδοναῖς
πολυτρόποις,
καὶ σῶσόν με βοῶντα·
Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Πηγή: Mηναῖον Μαΐου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου