«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 2 Μαΐου 2021

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!


 

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ

Ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος α' εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ

 
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, 

Πάσχα Κυρίου, Πάσχα· 

ἐκ γὰρ θανάτου πρὸς ζωήν, 

καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, 

ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας». 



Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, 

τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, 

Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, 

τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. 



Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, 

γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, 

ὁρατός τε ἅπας καὶ ἀόρατος· 

Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. 


Καταβασία
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, 

Πάσχα Κυρίου, Πάσχα· 

ἐκ γὰρ θανάτου πρὸς ζωήν, 

καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός,

 ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».


Χριστὸς ἀνέστη
ἐκ νεκρῶν, 

θανάτῳ θάνατον πατήσας, 

καὶ τοῖς ἐν τοῖς μνήμασι, 

ζωὴν χαρισάμενος. (γ') 



Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν,

 ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
 
 

Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: