Ἀπολυτίκιον. Ἦχος γ’.
Ἀθλοφόρε Ἅγιε καὶ ἰαματικὲ Παντελεῆμον,
πρέσβευε τῷ ἐλεήμονι Θεῷ,
ἵνα πταισμάτων ἄφεσιν,
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Χάριν ἔνθεον εἰσδεδεγμένος,
ῥῶσιν ἄφθονον ἀεὶ παρέχεις,
καὶ ψυχῶν τε καὶ σωμάτων τὴν ἴασιν,
τοῖς τῷ ἁγίῳ ναῷ σου προστρέχουσι,
Παντελεῆμον ἐλέους θησαύρισμα.
Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. α’. Αὐτόμελον.
Μιμητὴς
ὑπάρχων τοῦ ἐλεήμονος,
καὶ ἰαμάτων τὴν χάριν παρ’ αὐτοῦ κομισάμενος,
Ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ,
ταῖς εὐχαῖς σου, τὰς ψυχικὰς ἠμῶν νόσους θεράπευσον,
ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα,
ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.
Μεγαλυνάριον.
Ρεῖθρα
ἰαμάτων ὡς ἐκ πηγῆς,
χάριτι θαυμάτων, βλύζει χρήζουσι δωρεάν,
ὁ Παντελεήμων, ὁ πάνσοφος ἀκέστωρ·
οἱ ῥώσεως διψῶντες, δεῦτε ἀρύσασθε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου